Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.180 Joseph. AJ 19.186 (English) >>Joseph. AJ 19.190

19.184ἔργον δὲ κάλλιστον καὶ ἐλευθέροις ἀνδράσι πρέπον ἀμείβεσθαι τοὺς εὐεργέτας, οἷος δὴ καὶ ἀνὴρ οὗτος περὶ ἡμᾶς πάντας γέγονεν οὐδὲν παραπλήσιος Κασσίῳ καὶ Βρούτῳ τοῖς Γάιον Ἰούλιον ἀνῃρηκόσιν, ἐπεί γε οἱ μὲν στάσεως καὶ πολέμων ἐμφυλίων ἀρχὰς ἐπανερρίπισαν τῇ πόλει, οὗτος δὲ μετὰ τῆς τυραννοκτονίας καὶ τῶν ἐντεῦθεν δεινῶν ἀπήλλαξεν τὴν πόλιν.” 19.185

Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι καὶ μὲν γλυφὴ κατάγνυται. 19.186προεληλύθει δὲ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα· 19.187ἔτει γὰρ ἑκατοστῷ, μεθʼ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου παράδοσις· οὗτοι γὰρ πρότερον τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν. 19.188Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.180 Joseph. AJ 19.186 (English) >>Joseph. AJ 19.190

Powered by PhiloLogic